Τοῦ ῾Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου.
᾽Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
ὁ α’ χορὸς
Ἀμήν. Ἦχος γ'
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος γ'
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίω θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Δόξα πατρὶ...
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις,...
ὁ α’ χορὸς
Καὶ νῦν... Ἓτερον τοῦ σεισμοῦ
Ἦχος πλ. δ'
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος δ'
Ἡ μνήμη σου ἔνδοξε, Μάρτυς Δημήτριε, ἐφαίδρυνε σήμερον, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ἄσμασιν ἐπαξίως, εὐφημεῖν σε θεόφρον, ὡς ὄντως στρατιώτην, καὶ ἐχθρῶν καθαιρέτην, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.
ὁ β’ χορὸς
Δόξα πατρὶ... Ὅμοιον
Ἀθλήσεως καύχημα, Μάρτυς Δημήτριε, Χριστὸν ἐνδυσάμενος, κατεπολέμησας, ἐχθρὸν τὸν ἀνίσχυρον, πλάνην γὰρ τῶν ἀνόμων, ἐν αὐτῷ καταργήσας, γέγονας τοῖς ἐν πίστει, εὐσεβείας ἀλείπτης, διό σου καὶ τὴν μνήμην, σεπτῶς πανηγυρίζομεν.
ὁ α’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦτον σὺν τοῖς Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα
ὁ β’ χορὸς
Ἀδιστάκτῳ τῇ πίστει ὁ Ἀθλοφόρος Χριστοῦ, τῶν τυράννων τὰ θράση καταβαλὼν ἀνδρικῶς, ἀθλητικῶς τὸν πονηρὸν κατεπάλαισε, καὶ τῶν βασάνων ἀμοιβήν, τὴν τῶν θαυμάτων παροχήν, ἐδέξατο ἐκ τοῦ μόνου, Θεοῦ τοῦ ἀγωνοθέτου, ᾧ καὶ πρεσβεύει ἐλεηθῆναι ἡμᾶς.
ὁ α’ χορὸς
Δόξα πατρὶ...
Ἀδιστάκτῳ τῇ πίστει ὁ Ἀθλοφόρος Χριστοῦ,...
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα
ὁ α’ χορὸς
Τὸν συμπαθέστατον, Κυρίου Μάρτυρα, ἐκδυσωποῦμέν σε πιστῶς Δημήτριε, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων ἐπερχομένων, ἴασαι ψυχῶν ἡμῶν, καὶ σωμάτων τὰ τραύματα, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεὶ σε δοξάζωμεν.
ὁ β’ χορὸς
Δόξα πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε, ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου. Δέξαι με πανάχραντε, τὸν πολλὰ ἁμαρτήσαντα, ἵνα ἐν παῤῥησίᾳ κραυγάζω σοι. Χαῖρε ἡ Κεχαριτωμένη.
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
ὁ α’ χορός
· Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῷσον Σωτήρ μου.
ὁ β’ χορός
· Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῷσον Σωτήρ μου
ὁ α’ χορός
· Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
· Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι
ὁ α’ χορός
Δόξα πατρὶ...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
ὁ α’ χορός
Προκείμενον Ἦχος δ'
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
ὁ β’ χορός
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
ὁ α’ χορός
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
ὁ α΄ χορὸς
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ').
Διάκονος:Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς
Καὶ τῷ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
«Εἶπεν ὁ Κύριος, προσέχετε ἀπὸ τῶν ἀνθρώπων...» (Λουκ. ΚΑ’.12-19)
Ὁ Ν' ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δόξα πατρὶ... Ἦχος β’
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Πεντηκοστάριον. Ἦχος β'
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον, σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στεῤῥός, λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον, τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.
Σῷσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...
ΚΑΝΟΝΕΣ
Τοῦ σεισμοῦ, οὗ ἡ Ἀκροστιχίς.
Ὧ Χριστέ, τῆς γῆς τὸν κλόνον παῦσον τάχος. Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. β'
ὁ α’ χορὸς
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ἄσωμεν.
ὁ β’ χορὸς
Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ὡς φοβερὰ ἡ ὀργή σου, ἐξ ἧς ἡμᾶς, ἐλυτρώσω Κύριε, μὴ συγχώσας ἐν τῇ γῇ, ἃπαν τὸ ἀνάστημα ἡμῶν, εὐχαρίστως σε διὸ ἀεὶ δοξάζομεν.
ὁ α’ χορὸς
Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Χαίρων ἀεὶ καθ' ἑκάστην τῇ παντελεῖ, διορθώσει Δέσποτα, ὣσπερ φύλλον εὐτελές, διασείεις ἅπασαν τὴν γῆν, εἰς τὸν φόβον σου πιστοὺς στηρίζων ἡμᾶς.
ὁ β’ χορὸς
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἱκετευτικῶς σοι βοῶμεν Μῆτερ Θεοῦ, τὰ συνήθη σπλάγχνα σου, ἐπὶ πόλιν καὶ λαόν, συμπαθῶς δεικνύουσα σεισμοῦ, βαρυτάτου καὶ φθορᾶς ἡμᾶς ἀπάλλαξον.
Τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς
Μύρω νοητῷ προσπλακείς, μῦρον γίνῃ
Ἐν δὲ τοῖς Θεοτοκίοις
Φιλοθέου
Ποίημά ἐστιν οὗτος τοῦ Ἁγιωτάτου καὶ οἰκουμενικοῦ Πατριάρχου κυρίου Φιλοθέου, ὑπόθεσιν ἔχων ἐγκωμίων ὁμοῦ καὶ δεήσεως τὸ ἱερὸν αὐτοῦ μύρον.
ᾨδή α' Ἦχος ὁ αὐτὸς
ὁ α’ χορὸς
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μερίς μου Δημήτριε, καὶ δόξα θεία γεγένησαι, τῆς μάνδρας γὰρ πρόβατον, κἀγὼ τῆς φίλης σου, διὸ δέξαι μου, τὸν ὕμνον στεφηφόρε, κροτοῦντα τοῦ μύρου σου, τὴν χάριν σήμερον.
ὁ β’ χορὸς
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑπῆλθες Δημήτριε, λαμπρῶς Μαρτύρων τὸ στάδιον, ἐλαίῳ ἀλείψας σου, τῶν ἀρετῶν τὴν ψυχήν, καινῷ τρόπῳ δέ, πεσὼν νικᾷς γενναῖε, καὶ μύρου τὸ σῶμά σου, κρήνην ἀνέδειξας.
ὁ α’ χορὸς
Δόξα πατρὶ...
Ῥευμάτων βορβόρου με, καὶ δυσωδίας Δημήτριε, ἀπόσμηξον δέομαι, τῶν ἀκαθάρτων παθῶν, καὶ τῷ μύρω σου, λαμπρῶς εὐωδιάσας, Χριστοῦ μύρου ποίησον, ἄξιον σκήνωμα.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Φανεῖσαν Πανάμωμε, μύρου τοῦ θείου ἀλάβαστρον, καὶ σκεῦος ἐξαίρετον, τῆς εὐωδίας Χριστοῦ, ἱκετεύω σε, παθῶν τῆς δυσωδίας, βορβόρου τε λύτρωσαι, τῆς ἁμαρτίας με.
Τοῦ σεισμοῦ
ὁ α’ χορὸς
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.
ὁ β’ χορὸς
Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἡ γῆ μαστίζεται ἡμῶν, κακῶς διακειμένων, καὶ ἀ